Vulneratus Amor

Riminaldi

Ἐκ πολλοῦ οῦν χρόνου ἐν αὐτῇ τῇ σελίδι οὐδὲν ἐγράψα ὁμιλῶν τοὶς πρὸς τὸ πανεπιστήμιον. Καιρὸν ὅμως μικρόν εὑρίσκειν ἐδυνησάμην καὶ δοκεῖ μοι καλὸν λαλεῖν περὶ ποιήματος τινὸς ὃ ἀνέγνων τῆς προηγουμένης νυκτός. Ἔστι μὲν ποίημα ὑπὸ τοῦ ποιητοῦ Γερμανοῦ Γόττολδ Λέσιγγ (Gotthold Lessing) γεγραμμένον, ὃς ἐν τῷ δεκάτῳ ὀγδόῳ αἰῶνι ἔζησεν.
Ὅδε ὁ ποιητὴς ἤειδε τῷδε τῷ τρόπῳ Νεοκλασικὸν καλουμένῳ, ἐν ᾧ οἱ ἀοιδοὶ τὰ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἔργα μιμούμενοι καὶ ἔγραψαν, ζωγράφησαν τε καὶ ἔγλυψαν καὶ τὰ λοιπά. Δῆλόν ἐστι οὐκοῦν τὸ ἑπομένον ποίημα ἔχειν Ἑλληνικὴν ῥίζαν·

Als Amor in den goldnen Zeiten
Verliebt in Schläferlustbarkeiten
auf bunten Blumenfeldern lief,
Da stach den kleinsten von den Göttern
Ein Bienchen, das in Rosenblättern,
wo es sonst Honig holte, schlief.

Durch diesen Stich ward Armor klüger,
der unerschöpfliche Betrüger
Sann einer neuen Kriegslist nach:
Er lauscht in Rosen und Violen;
Und kam ein Mädchen sie zu holen,
Flog er als Bien heraus und stach.

Αὐτὸ τὸ ποίημα μὲν τάδε διηγεῖται ἃ τῷ Ἔρωτι συνέβην, ὅτε ὑπὸ μέλιττας τινὸς κατακεκλιμένος ἐπὶ ῥόδον ἐδήχθη. Ὁ πρὸς τὴν μητέρα ἔδραμε Ἀφροδίτην καὶ κλαίων τῇ εῖπε τὸ ἄλγος μέγιστον εἶναι τῷδε ὃ αὐτὸς φέρειν ἐδυνήσατο. Ἡ μήτηρ ἔπειτα γελῶσα ἀντεῖπε τοῖα τοὶς τοῦ Ἔρωτος βέλεσι ὅμοια εἶναι. Περὶ τῶνδε οὖν ὁ Θεόκριτος ἐν τοὶς Εἰδυλλίοις ἤεισε ἑξαμέτροις χρώμενος. Ἐνθάδε ὁ ποίημα·

τὸν κλέπταν πότ᾽ ῎Ερωτα κακὰ κέντασε μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
δάκτυλα πάνθ᾽ ὑπένυξεν. ὁ δ᾽ ἄλγεε καὶ χέρ᾽ ἐφύση
καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ᾽ ᾿Αφροδίτᾳ
δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, “ὅττί γε τυτθὸν
θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ”.
χἁ μάτηρ γελάσασα: “τί δ᾽; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς”.

Περὶ τῶν αὐτῶν μὲν ὁ Ἀνακρέων ἐποίησε θαυμάσιον ποιημάτιον, οὐ δὲ εὖ οἶδα εἰ τὸ τοῦ Ἀνακρέοντος μεῖζον τῷ τοῦ Θεοκρίτου μοι φαίνεται. Ὁπότερόν ἐστι καλόν, καίπερ οἱ ἑξάμετροι εὐειδέστεροι μοι δοκοῦντες. Ὅμως μικροὶ οἵδε στίχοι Ἀνακρέοντος εὔφωνοι εὐμελεῖς τε εἰσίν.

Ἔρως ποτ᾽ ἐν ῥόδοισι
κοιμωμένην μέλιτταν
οὐκ εἶδεν, ἀλλ᾽ ἐτρώθη.
τὸν δάκτυλον παταχθείς
τᾶς χειρὸς ὠλόλυξε,
δραμὼν δὲ καὶ πετασθείς
πρὸς τὴν καλὴν Κυθήρην
«ὄλωλα, μῆτερ,» εἶπεν,
«ὄλωλα κἀποθνήσκω·
ὄφις μ᾽ ἔτυψε μικρός
πτερωτός, ὃν καλοῦσιν
μέλιτταν οἱ γεωργοί.»
ἃ δ᾽ εἶπεν· «εἰ τὸ κέντρον
πονεῖς τὸ τᾶς μελίττας,
πόσον δοκεῖς πονοῦσιν,
Ἔρως, ὅσους σὺ βάλλεις;»

Κἀγὼ μὲν αὐτὸς ἐποίησα Ῥωμαιστὶ περὶ τῶνδε, σὺ δὲ ἀναγιγνώσκειν ἔνθα δυνάμενος/η/ον. Περὶ τῶν ποιημάτων τῶν τοῦ Θεοκρίτου τε τοῦ Ἀνακρέοντος τε τίνα καὶ ἔγραψα αὐτοῦ.

Responder

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Cerrar sesión /  Cambiar )

Google photo

Estás comentando usando tu cuenta de Google. Cerrar sesión /  Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Cerrar sesión /  Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Cerrar sesión /  Cambiar )

Conectando a %s